1 ΥΠΟΛΑΒΩΝ δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει·2 τί γὰρ προοίμιον ἢ φόβος παρ᾿ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ;3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέκλυσις πειραταῖς, ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾿ αὐτοῦ;4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.