1 [Εἰς τὸ τέλος, ὑπὲρ μαελέθ· συνέσεως τῷ Δαυΐδ.]2 ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν.3 ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.4 πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός.5 οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.6 ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς διεσπόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.7 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.