1 [ᾨδὴ τῶν ἀναβαθμῶν.] ΙΔΟΥ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;2 ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·3 ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.